Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.395 Joseph. BJ 3.403 (English) >>Joseph. BJ 3.410

3.400ἔφη, Οὐεσπασιανέ, νομίζεις αἰχμάλωτον αὐτὸ μόνον εἰληφέναι Ἰώσηπον, ἐγὼ δὲ ἄγγελος ἥκω

-- --

σοι μειζόνων. μὴ γὰρ ὑπὸ θεοῦ προπεμπόμενος ᾔδειν τὸν Ἰουδαίων νόμον, καὶ πῶς στρατηγοῖς ἀποθνήσκειν πρέπει. 3.401Νέρωνί με πέμπεις· τί γάρ; οἱ μετὰ Νέρωνα μέχρι σοῦ διάδοχοι μενοῦσιν. σὺ Καῖσαρ, Οὐεσπασιανέ, καὶ αὐτοκράτωρ, σὺ καὶ παῖς σὸς οὗτος. 3.402δέσμει δέ με νῦν ἀσφαλέστερον, καὶ τήρει σεαυτῷ· δεσπότης μὲν γὰρ οὐ μόνον ἐμοῦ σὺ Καῖσαρ, ἀλλὰ καὶ γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων γένους, ἐγὼ δὲ ἐπὶ τιμωρίαν δέομαι φρουρᾶς μείζονος, 3.403εἰ κατασχεδιάζω καὶ θεοῦ.” ταῦτʼ εἰπόντος παραχρῆμα μὲν Οὐεσπασιανὸς ἀπιστεῖν ἐδόκει καὶ τὸν Ἰώσηπον ὑπελάμβανεν ταῦτα περὶ σωτηρίας πανουργεῖν, 3.404κατὰ μικρὸν δὲ εἰς πίστιν ὑπήγετο τοῦ θεοῦ διεγείροντος αὐτὸν εἰς τὴν ἡγεμονίαν ἤδη καὶ τὰ σκῆπτρα διʼ ἑτέρων σημείων προδεικνύντος. 3.405ἀτρεκῆ δὲ τὸν Ἰώσηπον καὶ ἐν ἄλλοις κατελάμβανεν· τῶν γὰρ τοῖς ἀπορρήτοις παρατυχόντων φίλων ἕτερος θαυμάζειν ἔφη πῶς οὔτε τοῖς ἐπὶ τῶν Ἰωταπάτων περὶ ἁλώσεως, οὔθʼ ἑαυτῷ προμαντεύσαιτο αἰχμαλωσίαν, εἰ μὴ ταῦτα λῆρος εἴη διακρουομένου τὰς ἐπʼ αὐτὸν

-- --

ὀργάς. 3.406 δὲ Ἰώσηπος καὶ τοῖς Ἰωταπατηνοῖς ὅτι μετὰ τεσσαρακοστὴν ἑβδόμην ἡμέραν ἁλώσονται προειπεῖν ἔφη, καὶ ὅτι πρὸς Ῥωμαίων αὐτὸς ζωγρηθήσεται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.395 Joseph. BJ 3.403 (English) >>Joseph. BJ 3.410

Powered by PhiloLogic